Add parallel Print Page Options

16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα [a]ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα [b]ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα [c]ἐν οὐρανῷ. 19 Πάλιν [d]ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο [e]συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 ἐὰν WH NIV RP ] ἂν Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 ἀμὴν WH Treg RP NA ] NIV
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NIV ] ὑμῶν συμφωνήσωσιν RP